Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.289 Joseph. AJ 17.295 (English) >>Joseph. AJ 17.300

17.293οἱ δʼ ἐν τοῖς Ἱεροσολύμοις Ἰουδαῖοι δεινῶς τοῦ Οὐάρου σφίσιν ἐγκαλοῦντος ἀπελύοντο τὰς αἰτίας, ὡς τῆς μὲν συνόδου τῆς πληθύος διὰ τὴν ἑορτὴν γενομένης, τοῦ δὲ πολέμου μηδαμὰ γνώμῃ τῇ αὐτῶν, τόλμῃ δὲ τῶν ἐπηλύδων συνελθόντες αὐτοῖς καὶ συμπολιορκηθέντες Ῥωμαίοις μᾶλλον πολιορκεῖν προθυμίαν σχόντες. 17.294προαπηντήκασιν δὲ τῷ Οὐάρῳ Ἰώσηπός τε ἀνεψιὸς Ἡρώδου βασιλέως Γρᾶτος τε καὶ Ῥοῦφος τοὺς ὑπʼ αὐτοῖς τῶν στρατιωτῶν ἄγοντες καὶ τῶν Ῥωμαίων οἱ πολιορκούμενοι. Σαβῖνος δὲ οὐκ ἀφίκετο Οὐάρῳ εἰς ὄψιν, ἀλλʼ ὑπεξῆλθεν τῆς πόλεως ἐπὶ θάλασσαν. 17.295

Οὔαρος δὲ κατὰ τὴν χώραν πέμψας τοῦ στρατοῦ μέρος ἐπεζήτει τοὺς αἰτίους τῆς ἀποστάσεως. καὶ σημαινομένων τοὺς μὲν ἐκόλασεν ὡς αἰτιωτάτους, εἰσὶ δʼ οὓς καὶ ἀφῆκεν· ἐγίνοντο δὲ οἱ διὰ ταύτην τὴν αἰτίαν σταυρωθέντες δισχίλιοι. 17.296μετὰ δὲ τοῦτο τὴν μὲν αὐτοῦ στρατιὰν ἀποπέμπεται, χρήσιμον μὲν ὁρῶν ἐπʼ οὐδαμοῖς οὖσαν πράγμασιν· πολλὰ δὲ ἠτάκτητο αὐτοῖς καὶ παρήκουστο τῶν δογμάτων καὶ ὧν ἠξίου Οὔαρος ἐφέσει κερδῶν, ἐκ τοῦ κακουργεῖν περιεγίνοντο αὐτοῖς. 17.297αὐτὸς δὲ μυρίους Ἰουδαίους συνεστηκέναι πυνθανόμενος ἠπείγετο εἰς κατάληψιν αὐτῶν. οἱ δὲ οὐδʼ ἧκον εἰς χεῖρας, ἀλλὰ παρέδοσαν αὑτοὺς γνώμῃ τῇ Ἀχιάβου συνελθόντες. καὶ Οὔαρος τῷ πλήθει συγχωρῶν τὰς αἰτίας τῆς ἀποστάσεως ἔπεμπεν ἐπὶ Καίσαρα ὁπόσοι ἡγεμόνες ἦσαν αὐτῶν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.289 Joseph. AJ 17.295 (English) >>Joseph. AJ 17.300

Powered by PhiloLogic